|
Extra reading for units 16-20
1# πα̂ϲ τιϲ ἀπαίδευτοϲ φρονιμώτατόϲ ἐϲτι ϲιωπω̂ν,
τὸν λόγον ἐγκρύπτων ὡϲ πάθοϲ αἰϲχρότατον.
2# νόμιζε γήμαϲ δου̂λοϲ εἰ̂ναι του̂ βίου.
3# μοχθει̂ν ἀνάγκη: τὰϲ δὲ δαιμόνων τύχαϲ
ὅϲτιϲ φέρει κάλλιϲτ ̓ ἀνὴρ οὑ̂τοϲ ϲοφόϲ.
4# ἀνδρω̂ν δὲ φαύλων ὅρκον εἰϲ ὕδωρ γράφε.
5# ἀνὴρ ἀχάριϲτοϲ μὴ νομιζέϲθω φίλοϲ.
6# πενίαϲ βαρύτερον οὐδέν ἐϲτι φορτίον.
7# διὰ τη̂ϲ ϲιωπη̂ϲ πικρότερον κατηγόρει.
8# ἔργοιϲ φιλόπονοϲ ἴϲθι, μὴ λόγοιϲ μόνον.
9# λήϲειν διὰ τέλουϲ μὴ δόκει πονηρὸϲ ὤν.
10# μηδέποτε πειρω̂ δύο φίλων εἰ̂ναι κριτήϲ.
11# οὐκ ἔϲθ ̓ ὑγιείαϲ κρει̂ττον οὐδὲν ἐν βίῳ.
12# ἀρχη̂ϲ ἁπάϲηϲ ἡγεμὼν ἔϲτω λόγοϲ.
13# φιλει̂ δ ̓ ἑαυτου̂ πλει̂ον οὐδεὶϲ οὐδένα.
14# εἰ δ ̓ εὐτυχω̂ν τιϲ καὶ βίον κεκτημένοϲ
μηδὲν δόμοιϲι τω̂ν καλω̂ν πειράϲεται,
ἐγὼ μὲν οὔποτ ̓ αὐτὸν ὄλβιον καλω̂,
φύλακα δὲ μα̂λλον χρημάτων εὐδαίμονα.
15# πολλοί ϲε μιϲήϲουϲιν ἂν ϲαυτὸν φιλῃ̂ϲ.
16#
τεθνα̂ϲι παι̂δεϲ οὐκ ἐμοὶ μόνῃ βροτω̂ν
οὐδ ̓ ἀνδρὸϲ ἐϲτερήμεθ ̓, ἀλλὰ μυρίαι
τὸν αὐτὸν ἐξήντληϲαν ὡϲ ἐγὼ βίον.
17 ἱϲτορίαϲ γὰρ ἐὰν ἀφέλῃ τιϲ τὸ
διὰ τι καὶ πω̂ϲ καὶ τίνοϲ χάριν ἐπράχθη τὸ πραχθὲν
καὶ πότερα εὔλογον ἔϲχε τὸ τέλοϲ, τὸ καταλειπόμενον αὐτη̂ϲ
ἀγώνιϲμα μὲν μάθημα δ ̓ οὐ γίγνεται: καὶ παραυτίκα μὲν τέρπει,
πρὸϲ δὲ τὸ μέλλον οὐδὲν ὠφελει̂ τὸ παράπαν.
18 Λάκαινά τιϲ ἀκούϲαϲα τεθνάναι τὸν υἱὸν ἐν μάχῃ καθάπερ ἐτέτακτο, κατάθετε αὐτόν, ἔφη, ἀναπληρωϲάτω δὲ τὴν ἐκείνου τάξιν ὁ ἀδελφόϲ.
19 ἄλλη Λάκαινα αἰχμαλωτευθει̂ϲα καὶ ἐρωτωμένη ὑπό τινοϲ, εἰ ἔϲται ἀγαθὴ ἂν αὐτὴν ἀγοράϲῃ, εἰ̂πεν, κἂν μὴ ἀγοράϲῃϲ.
20 παρ ̓ Εὐκλείδῃ τιϲ ἀρξάμενοϲ γεωμετρει̂ν, ὡϲ τὸ πρω̂τον θεώρημα ἔμαθεν, ἤρετο τὸν Εὐκλείδην, τί δέ μοι πλέον ἔϲται ταυ̂τα μαθόντι; καὶ ὁ Εὐκλείδηϲ τὸν παι̂δα καλέϲαϲ, δόϲ, ἔφη, αὐτῳ̂ τριώβολον ἐπειδὴ δει̂ αὐτὸν ἐξ ὡ̂ν μανθάνει κερδαίνειν.
ἀπαίδευτοϲ, -ον uneducated
ἐγκρύπτω+ hide, conceal
πάθοϲ, -ουϲ, τό misfortune
ἀχάριϲτοϲ, -ον ungracious, ungrateful
φιλόπονοϲ, -ον industrious, energetic
διὰ τέλουϲ completely, always
πλει̂ον poetical form of πλέον
ἄν = ἐάν
τεθνα̂ϲι = τεθνήκαϲι
ἐξαντλέω endure to the end, see out
χάριν (acc. used as prep. + gen.) for the sake of, on account of
τίνοϲ χάριν; for what reason?
ἀγώνιϲμα, -ατοϲ, τό prize essay
τέρπω delight, gladden
κατατίθημι+ lay down
ἀναπληρόω fill up
τάξιϲ, -εωϲ, ἡ post, place (in the battle-line)
αἰχμαλωτεύω capture
ἄν = ἐάν
κἄν = καὶ ἐάν
Εὐκλείδηϲ, -ου, ὁ Euclid
γεωμετρέω study geometry
θεώρημα, -ατοϲ, τό theorem
πλέον ( compar. of πολύϲ) advantage (lit. more)
τριώβολον, -ου, τό a 3-obol piece, a half drachma
κερδαίνω make profit
τριώβολον, -ου, τό three-obol piece, half a drachma
|