|
Extra reading for units 6-10
1# χρυϲὸϲ γάρ ἐϲτιν ὃϲ βροτω̂ν ἔχει κράτη.
2# ὁ νου̂ϲ γὰρ ἡμω̂ν ἐϲτιν ἐν ἑκάϲτῳ θεόϲ.
3# φω̂ϲ ἐϲτι τῳ̂ νῳ̂ πρὸϲ θεὸν βλέπειν ἀεί.
4# χρυϲὸϲ δ ̓ ἀνοίγει πάντα, καὶ χαλκα̂ϲ πύλαϲ.
5# ὑγίεια καὶ νου̂ϲ ἀγαθὰ τῳ̂ βίῳ πέλει.
6# τί γὰρ καλὸν ζη̂ν βίον ὃϲ λύπαϲ φέρει;
7# ἄνευ προφάϲεωϲ οὐδὲν ἀνθρώποιϲ κακόν.
8# βίου δικαίου γίγνεται τέλοϲ καλόν.
9# ἐν μυρίοιϲ τὰ καλὰ γίγνεται πόνοιϲ.
10# πολλω̂ν ὁ καιρὸϲ γίγνεται διδάϲκαλοϲ.
11# ὅϲτιϲ λέγει μὲν εὐ̂, τὰ δ ̓ ἔργ ̓ ἐφ ̓ οἱ̂ϲ λέγει
αἴϲχρ ̓ ἐϲτί, τούτου τὸ ϲοφὸν οὐκ αἰνω̂ ποτέ.
12# μιϲω̂ ϲοφιϲτὴν ὅϲτιϲ οὐχ αὑτῳ̂ ϲοφόϲ.
13# ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.
14# δει̂ τοὺϲ μὲν εἰ̂ναι δυϲτυχει̂ϲ, τοὺϲ δ ̓ εὐτυχει̂ϲ.
15# οὐπώποτ ̓ ἐζήλωϲα πολυτελη̂ νεκρόν.
16# ὀχληρόϲ ἐϲτ ̓ ἄνθρωποϲ ἐν νέοιϲ γέρων.
17 ἀνδρω̂ν ἐπιφανω̂ν πα̂ϲα γη̂ τάφοϲ.
18 ̓̂Αγιϲ ὁ βαϲιλεὺϲ οὐκ ἔφη τοὺϲ Λακεδαιμονίουϲ ἐρωτα̂ν πόϲοι εἰϲίν, ἀλλὰ που̂ εἰϲιν οἱ πολέμιοι.
19# τὸ γὰρ βρότειον ϲπέρμ ̓ ἐφ ̓ ἡμέραν φρονει̂
καὶ πιϲτὸν οὐδὲν μα̂λλον ἢ καπνου̂ ϲκιά.
20# καλόν γ ̓ ἀληθὴϲ κἀτενὴϲ (= καὶ ἀτενὴϲ) παρρηϲία.
21# ὥϲτε οὔτιϲ ἀνδρω̂ν εἰϲ ἅπαντ ̓ εὐδαιμονει̂.
# βροτω̂ν gen. after κράτη (< κράτοϲ, -ουϲ, τό mastery [over])
ἀνοίγω open
# πέλω (usually πέλομαι) be
# αἰνέω praise
οὐπώποτε (adv.) never yet
πολυτελήϲ, -έϲ given an expensive funeral
ὀχληρόϲ, -ά, -όν troublesome, annoying
ἐπιφανήϲ, -έϲ famous, renowned
# βρότειοϲ, -ον mortal, human
ἐφ ̓ ἡμέραν for a day
ἀτενήϲ, -έϲ straight, earnest
παρρηϲία, -αϲ, ἡ freedom of speech
|