|
Unit 8
1 προφάϲεωϲ δει̂ται μόνον ἡ πονηρία.
2 τόπων μεταβολαὶ οὔτε φρόνηϲιν διδάϲκουϲιν οὔτε ἀφροϲύνην ἀφαιρου̂νται.
3# ἀνὴρ γὰρ ἄνδρα καὶ πόλιϲ ϲῴζει πόλιν.
4# κακη̂ϲ ἀπ ̓ ἀρχη̂ϲ γίγνεται κακὸν τέλοϲ.
5# ἀνδρὸϲ χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
6 ἄλλοι μὲν ϲπείρουϲιν, ἄλλοι δὲ ἀμήϲονται.
7# "Ερωϲ γὰρ ἄνδραϲ οὐ μόνουϲ ἐπέρχεται
οὐδ ̓ αὐ̂ γυναι̂καϲ, ἀλλὰ καὶ θεω̂ν ἄνω
θυχὰϲ χαράϲϲει κἀπὶ (= καὶ ἐπὶ) πόντον ἔρχεται:
καὶ τόνδ ̓ ἀπείργειν οὐδ ̓ ὁ παγκρατὴϲ ϲθένει
Ζεύϲ, ἀλλ ̓ ὑπείκει καὶ θέλων (willingly) ἐγκλίνεται.
8 ἀλώπηξ οὐ δωροδοκει̂ται.
9 ἐβόων, ἐξέκρουόν με, ἔπειτα δὲ ἐχλεύαζον: ὑμει̂ϲ δ ̓ ἐγελα̂τε, καὶ οὔτ ̓ ἀκούειν ἠθέλετε οὔτε πιϲτεύειν ἐβούλεϲθε.
10# ἡ γὰρ ϲιωπὴ τοι̂ϲ ϲοφοι̂ϲιν ἀπόκριϲιϲ.
11# τήν τοι Δίκην λέγουϲι παι̂δ ̓ εἰ̂ναι χρόνου.
12# ϲὺν μυρίοιϲι τὰ καλὰ γίγνεται πόνοιϲ.
13# ἐχθροὺϲ κακω̂ϲ δρα̂ν ἀνδρὸϲ ἡγου̂μαι μέροϲ.
14# οὐ γὰρ παρὰ κρατη̂ρα καὶ θοίνην μόνον
τὰ χρήματ ̓ ἀνθρώποιϲιν ἡδονὰϲ ἔχει,
ἀλλ ̓ ἐν κακοι̂ϲι δύναμιν οὐ μικρὰν φέρει.
15 The fate of Abradatas
A passage from Xenophon's biography of Cyrus (cf. 9.2.12).
ὁ δὲ Κυ̂ροϲ τοὺϲ ὑπηρέταϲ ἐκάλεϲε καί, ἀ̂ρ ̓ εἴδετε, ἔφη, τὸν ̓Αβραδάταν; θαυμάζω γὰρ ὅτι πρόϲθεν μὲν ἐθάμιζεν ἐφ ̓ ἡμα̂ϲ, νυ̂ν δ ̓ οὐδαμου̂ φαίνεται. τω̂ν οὐ̂ν ὑπηρετω̂ν τιϲ (one), ὠ̂ δέϲποτα, ἔφη, οὐ ζῃ̂, ἀλλ ̓ ἐν τῃ̂ μάχῃ ἀπέθανεν ἐπεὶ ἐνέβαλε τὸ ἅρμα εἰϲ τοὺϲ Αἰγυπτίουϲ: οἱ δ ̓ ἄλλοι πλὴν τω̂ν ἑταίρων αὐτου̂ ἔφυγον, ὥϲ φαϲιν, ἐπεὶ τὸ ϲτι̂φοϲ εἰ̂δον τὸ τω̂ν Αἰγυπτίων. καὶ νυ̂ν γε, ἔφη, λέγεται ἡ γυνὴ αὐτου̂ τὸν νεκρὸν ἐν τῃ̂ ἁρμαμάξῃ ἔχειν καὶ προϲάγειν αὐτὸν δευ̂ρο πρὸϲ τὸν Πακτωλὸν ποταμόν. καὶ τοὺϲ μὲν εὐνούχουϲ καὶ τοὺϲ θεράπονταϲ αὐτου̂ ὀρύττειν φαϲὶν ἐπὶ λόφου θήκην τῳ̂ νεκρῳ̂: τὴν δὲ γυναι̂κα λέγουϲιν ὡϲ καθίζει χαμαί, καὶ τὴν κεφαλὴν του̂ ἀνδρὸϲ ἐπὶ τοι̂ϲ γόναϲιν ἔχει.
πρόφαϲιϲ, -εωϲ, ἡ excuse, pretext
φρόνηϲιϲ, -εωϲ, ἡ prudence
ἀφροϲύνη, -ηϲ, ἡ imprudence, foolishness
γνωρίζω make known
ἀμάομαι reap
χαράϲϲω (= -ττω) whet, stimulate
# παγκρατήϲ, -ου̂, ὁ all-powerful
# ϲθένω have power
ὑπείκω yield
ἐγκλίνομαι give way
δωροδοκέω bribe
ἐκκρούω hiss off (the stage)
χλευάζω scoff, jeer
θοίνη, -ηϲ, ἡ meal, feast
ὑπηρέτηϲ, -ου, ὁ staff-officer, aide
̓Αβραδάταϲ, -ου, ὁ Abradatas
θαμίζω come often
ἅρμα, -ατοϲ, τό chariot
ϲτι̂φοϲ, -ουϲ, τό dense array
ἁρμάμαξα, -ηϲ, ἡ carriage
Πακτωλόϲ, -ου̂, ὁ Pactolus (river in Asia Minor)
εὐνου̂χοϲ, -ου, ὁ eunuch
ὀρύττω dig
χαμαί (adv.) on the ground
|