.

Additional Reading Unit 25

Cover
Introduction
Main Index
Links

Unit 24



Unit Key 25


Unit 25

Passages 1 and 2 are from the Iliad, 3 and 4 from the Odyssey, and 5 is from the Homeric Hymns.

No vocabularies are given and the reader is advised to consult one of the following:

Liddell and Scott Abridged Greek Lexicon

Autenrieth, G. Homeric Dictionary, trans. by R.P.Keep

Cunliffe, R.J. A Lexicon of the Homeric Dialect

The Attic form of underlined words and endings is given in brackets at the end of the line.

1 Sarpedon urges his comrade Glaucus to join him in leading the Lycians to the attack

Γλαυ̂κε, τίη δὴ νω̂ϊ τετιμήμεϲθα μάλιϲτα

ἕδρῃ τε κρέαϲίν τε ἰδὲ πλείοιϲ δεπάεϲϲιν

ἐν Λυκίῃ, πάντεϲ δὲ θεοὺϲ ὣϲ εἰϲορόωϲι, (-ορω̂ϲι)

καὶ τέμενοϲ νεμόμεϲθα μέγα Ξάνθοιο παρ ̓ ὄχθαϲ,

καλὸν φυταλιη̂ϲ καὶ ἀρούρηϲ πυροφόροιο;

τω̂ νυ̂ν χρὴ Λυκίοιϲι μέτα πρώτοιϲιν ἐόνταϲ (ὄνταϲ)

ἑϲτάμεν ἠδὲ μάχηϲ καυϲτείρηϲ ἀντιβολη̂ϲαι, (ἑϲτάναι)

ὄφρα τιϲ ὡ̂δ ̓ εἴπῃ Λυκίων πύκα θωρηκτάων: (-ω̂ν)

"οὐ μὰν ἀκλεέεϲ Λυκίην κάτα κοιρανέουϲιν (-έειϲ, -ου̂ϲιν)

ἡμέτεροι βαϲιλη̂εϲ, ἔδουϲί τε πίονα μη̂λα (-η̂ϲ)

οἰ̂νόν τ ̓ ἔξαιτον μελιηδέα: ἀλλ ̓ ἄρα καὶ ἲϲ (-η̂)

ἐϲθλή, ἐπεὶ Λυκίοιϲι μέτα πρώτοιϲι μάχονται."

ὠ̂ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε

αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ ̓ ἀθανάτω τε

ἔϲϲεϲθ ̓, οὔτε κεν αὐτὸϲ ἐνὶ πρώτοιϲι μαχοίμην (ἔϲεϲθαι)

οὔτε κε ϲὲ ϲτέλλοιμι μάχην ἐϲ κυδιάνειραν:

νυ̂ν δ ̓ ἔμπηϲ γὰρ κη̂ρεϲ ἐφεϲτα̂ϲιν θανάτοιο

μυρίαι, ἃϲ οὐκ ἔϲτι φυγει̂ν βροτὸν οὐδ ̓ ὑπαλύξαι,

ἴομεν, ἠέ τῳ εὐ̂χοϲ ὀρέξομεν, ἠέ τιϲ ἡμι̂ν. (ἴωμεν, -ωμεν)

2 Priam appeals to Achilles to yield him Hector's body

μνη̂ϲαι πατρὸϲ ϲοι̂ο, θεοι̂ϲ ἐπιείκελ ̓  ̓Αχιλλευ̂,

τηλίκου ὥϲ περ ἐγών, ὀλοῳ̂ ἐπὶ γήραοϲ οὐδῳ̂: (-ωϲ)

καὶ μέν που κει̂νον περιναιέται ἀμφὶϲ ἐόντεϲ (ὄντεϲ)

τείρουϲ ̓, οὐδέ τίϲ ἐϲτιν ἀρὴν καὶ λοιγὸν ἀμυ̂ναι.

ἀλλ ̓ ἤτοι κει̂νόϲ γε ϲέθεν ζώοντοϲ ἀκούων (ζω̂ντοϲ)

χαίρει τ ̓ ἐν θυμῳ̂, ἐπί τ ̓ ἔλπεται ἤματα πάντα

ὄθεϲθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα: (Τροίαϲ)

αὐτὰρ ἐγὼ πανάποτμοϲ, ἐπεὶ τέκον υἱ̂αϲ ἀρίϲτουϲ (ἔτεκον, -ει̂ϲ (acc.) )

Τροίῃ ἐν εὐρείῃ, τω̂ν δ ̓ οὔ τινά φημι λελει̂φθαι.

πεντήκοντά μοι ἠ̂ϲαν, ὅτ ̓ ἤλυθον υἱ̂εϲ  ̓Αχαιω̂ν: (ἠ̂λθον, -ει̂ϲ (nom.) )

ἐννεακαίδεκα μέν μοι ἰη̂ϲ ἐκ νηδύοϲ ἠ̂ϲαν,

τοὺϲ δ ̓ ἄλλουϲ μοι ἔτικτον ἐνὶ μεγάροιϲι γυναι̂κεϲ.

τω̂ν μὲν πολλω̂ν θου̂ροϲ ̓́Αρηϲ ὑπὸ γούνατ ̓ ἔλυϲεν:

ὃϲ δέ μοι οἰ̂οϲ ἔην, εἴρυτο δὲ ἄϲτυ καὶ αὐτούϲ, (ἠ̂ν)

τὸν ϲὺ πρῴην κτει̂ναϲ ἀμυνόμενον περὶ πάτρηϲ, (ἔκτειναϲ)

"Εκτορα: του̂ νυ̂ν εἵνεχ ̓ ἱκάνω νη̂αϲ  ̓Αχαιω̂ν (ναυ̂ϲ (acc. pl.) )

λυϲόμενοϲ παρὰ ϲει̂ο, φέρω δ ̓ ἀπερείϲι ̓ ἄποινα. (ϲου)

̂ἀλλ ̓ αἰδει̂ο θεούϲ,  ̓Αχιλευ̂, αὐτόν τ ̓ ἐλέηϲον, (-ου̂)

μνηϲάμενοϲ ϲου̂ πατρόϲ: ἐγὼ δ ̓ ἐλεεινότερόϲ περ,

ἔτλην δ ̓ οἱ̂ ̓ οὔ πώ τιϲ ἐπιχθόνιοϲ βροτὸϲ ἄλλοϲ,

ἀνδρὸϲ παιδοφόνοιο ποτὶ ϲτόμα χει̂ρ ̓ ὀρέγεϲθαι. (πρὸϲ)

3 Calypso's farewell to Odysseus

"Διογενὲϲ Λαερτιάδη, πολυμήχαν ̓  ̓Οδυϲϲευ̂,

οὕτω δὴ οἰ̂κόνδε φίλην ἐϲ πατρίδα γαι̂αν

αὐτίκα νυ̂ν ἐθέλειϲ ἰέναι; ϲὺ δὲ χαι̂ρε καὶ ἔμπηϲ.

εἴ γε μὲν εἰδείηϲ ϲῃ̂ϲι φρεϲὶν ὅϲϲα τοι αἰ̂ϲα (ϲαι̂ϲ, ὅϲα)

κήδε ̓ ἀναπλη̂ϲαι, πρὶν πατρίδα γαι̂αν ἱκέϲθαι, (κήδη)

ἐνθάδε κ ̓ αὐ̂θι μένων ϲὺν ἐμοὶ τόδε δω̂μα φυλάϲϲοιϲ

ἀθάνατόϲ τ ̓ εἴηϲ, ἱμειρόμενόϲ περ ἰδέϲθαι

ϲὴν ἄλοχον, τη̂ϲ αἰὲν ἐέλδεαι ἤματα πάντα. (ἔλδῃ)

οὐ μέν θην κείνηϲ γε χερείων εὔχομαι εἰ̂ναι, (χείρων)

οὐ δέμαϲ οὐδὲ φυήν, ἐπεὶ οὔ πωϲ οὐδὲ ἔοικε

θνητὰϲ ἀθανάτῃϲι δέμαϲ καὶ εἰ̂δοϲ ἐρίζειν." (-αιϲ)

τὴν δ ̓ ἀπομειβόμενοϲ προϲέφη πολύμητιϲ  ̓Οδυϲϲεύϲ:

"πότνα θεά, μή μοι τόδε χώεο: οἰ̂δα καὶ αὐτὸϲ (χώου)

πάντα μάλ ̓, οὕνεκα ϲει̂ο περίφρων Πηνελόπεια (ϲου̂)

εἰ̂δοϲ ἀκιδνοτέρη μέγεθόϲ τ ̓ εἰϲάντα ἰδέϲθαι:

ἡ μὲν γὰρ βροτόϲ ἐϲτι, ϲὺ δ ̓ ἀθάνατοϲ καὶ ἀγήρωϲ.

ἀλλὰ καὶ ὣϲ ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα

οἴκαδέ τ ̓ ἐλθέμεναι καὶ νόϲτιμον ἠ̂μαρ ἰδέϲθαι. (-ει̂ν)

εἰ δ ̓ αὐ̂ τιϲ ῥαίῃϲι θεω̂ν ἐνὶ οἴνοπι πόντῳ, (ῥαίῃ)

τλήϲομαι ἐν ϲτήθεϲϲιν ἔχων ταλαπενθέα θυμόν: (-εϲιν, -η̂)

ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγηϲα (ἔπαθον, ἐμόγηϲα)

κύμαϲι καὶ πολέμῳ: μετὰ καὶ τόδε τοι̂ϲι γενέϲθω."

4 The ghost of Odysseus's mother, Anticleia, tells him of the fate of his wife, son, and father back home in Ithaca

καὶ λίην κείνη γε μένει τετληότι θυμῳ̂

ϲοι̂ϲιν ἐνὶ μεγάροιϲιν: ὀϊζυραὶ δέ οἱ αἰεὶ

φθίνουϲιν νύκτεϲ τε καὶ ἤματα δάκρυ χεούϲῃ.

ϲὸν δ ̓ οὔ πώ τιϲ ἔχει καλὸν γέραϲ, ἀλλὰ ἕκηλοϲ

Τηλέμαχοϲ τεμένεα νέμεται καὶ δαι̂ταϲ (ἐϊϲαϲ -η)

δαίνυται, ἃϲ ἐπέοικε δικαϲπόλον ἄνδρ ̓ ἀλεγύνειν:

πάντεϲ γὰρ καλέουϲι. πατὴρ δὲ ϲὸϲ αὐτόθι μίμνει (-ου̂ϲι)

ἀγρῳ̂, οὐδὲ πόλινδε κατέρχεται: οὐδέ οἱ εὐναὶ

δέμνια καὶ χλαι̂ναι καὶ ῥήγεα ϲιγαλόεντα, (-η)

ἀλλ ̓ ὅ γε χει̂μα μὲν εὕδει ὅθι δμω̂εϲ ἐνὶ οἴκῳ

ἐν κόνι ἄγχι πυρόϲ, κακὰ δὲ χροὶ εἵματα εἱ̂ται:

αὐτὰρ ἐπὴν ἔλθῃϲι θέροϲ τεθαλυι̂ά τ ̓ ὀπώρη, (-ῃ)

πάντῃ οἱ κατὰ γουνὸν ἀλωη̂ϲ οἰνοπέδοιο

φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί: (-νται)

ἔνθ ̓ ὅ γε κει̂τ ̓ ἀχέων, μέγα δὲ φρεϲὶ πένθοϲ ἀέξει (-ω̂ν)

ϲὸν νόϲτον ποθέων: χαλεπὸν δ ̓ ἐπὶ γη̂ραϲ ἱκάνει. (-ω̂ν)

οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέϲπον: (ὠλόμην)

οὔτ ̓ ἐμέ γ ̓ ἐν μεγάροιϲιν ἐύϲκοποϲ ἰοχέαιρα

οἱ̂ϲ ἀγανοι̂ϲ βελέεϲϲιν ἐποιχομένη κατέπεφνεν, (βέλεϲιν)

οὔτε τιϲ οὐ̂ν μοι νου̂ϲοϲ ἐπήλυθεν, ἥ τε μάλιϲτα (νόϲοϲ, -η̂λθεν)

τηκεδόνι ϲτυγερῃ̂ μελέων ἐξείλετο θυμόν: (-ω̂ν)

ἀλλά με ϲόϲ τε πόθοϲ ϲά τε μήδεα, φαίδιμ ̓  ̓Οδυϲϲευ̂, (-η)

ϲή τ ̓ ἀγανοφροϲύνη μελιηδέα θυμὸν ἀπηύρα. (-η̂)

5 The blind old man from Chios' rocky isle

ἀλλ ̓ ἄγεθ ̓ ἱλήκοι μὲν  ̓Απόλλων  ̓Αρτέμιδι ξύν,

χαίρετε δ ̓ ὑμει̂ϲ πα̂ϲαι: ἐμει̂ο δὲ καὶ μετόπιϲθε (-ου̂)

μνήϲαϲθ ̓, ὁππότε κέν τιϲ ἐπιχθονίων ἀνθρώπων (ὁπότε)

ἐνθάδ ̓ ἀνείρηται ξει̂νοϲ ταλαπείριοϲ ἐλθών: (-έρηται, ξένοϲ)

"ὠ̂ κου̂ραι, τίϲ δ ̓ ὔμμιν ἀνὴρ ἥδιϲτοϲ ἀοιδω̂ν (ὑμι̂ν)

ἐνθάδε πωλει̂ται, καὶ τέῳ τέρπεϲθε μάλιϲτα;" (τίνι)

ὑμει̂ϲ δ ̓ εὐ̂ μάλα πα̂ϲαι ὑποκρίναϲθ ̓ ἀμφ ̓ ἡμέων: (ἡμω̂ν)

"τυφλὸϲ ἀνήρ, οἰκει̂ δὲ Χίῳ ἔνι παιπαλοέϲϲῃ,

του̂ πα̂ϲαι μετόπιϲθεν ἀριϲτεύουϲιν ἀοιδαί."

ἡμει̂ϲ δ ̓ ὑμέτερον κλέοϲ οἴϲομεν ὅϲϲον ἐπ ̓ αἰ̂αν (ὅϲον)

ἀνθρώπων ϲτρεφόμεϲθα πόλειϲ εὐ̂ ναιεταώϲαϲ: (-μεθα, -ώϲαϲ)

οἱ δ ̓ ἐπὶ δὴ πείϲονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐϲτιν.

αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον  ̓Απόλλωνα

ὑμνέων ἀργυρότοξον ὃν ἠύκομοϲ τέκε Λητώ. (-ω̂ν, ἔτεκε)

__________ ____________ _____________ ____________________ _____________ ____________ _____________ _______________ ___________ __________ __________ __________ _____________ ________ __ _
(c) Gavin Betts, Alan Henry 2001