|
Unit 15
1# δαίμων ἐμαυτῳ̂ γέγονα γήμαϲ πλουϲίαν.
2 ἄνθρακεϲ ὁ θηϲαυρὸϲ πέφηνεν.
3 ὁ Κροι̂ϲοϲ φονέα του̂ παιδὸϲ ἐλάνθανε βόϲκων.
4# ὁρω̂ δὲ τοι̂ϲ πολλοι̂ϲιν ἀνθρώποιϲ ἐγὼ
τίκτουϲαν ὕβριν τὴν πάροιθ ̓ εὐπραξίαν.
5# γυνὴ γυναικὶ ϲύμμαχοϲ πέφυκέ πωϲ.
6# ἐκει̂νο γὰρ πέπονθ ̓ ὅπερ πάντεϲ βροτοί:
φιλω̂ν μάλιϲτ ̓ ἐμαυτὸν οὐκ αἰϲχύνομαι.
7 Do ghosts exist?
From Lucian, a voluminous writer of the second century AD.
ἅμα ταυ̂τα λεγόντων ἡμω̂ν ἐπειϲη̂λθον οἱ του̂
Εὐκράτουϲ υἱοὶ ἐκ τη̂ϲ παλαίϲτραϲ, ὁ μὲν ἤδη ἐξ
ἐφήβων, ὁ δὲ ἕτεροϲ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη, καὶ ἀϲπαϲάμενοι
ἡμα̂ϲ ἐκαθέζοντο ἐπὶ τη̂ϲ κλίνηϲ παρὰ τῳ̂ πατρί:
ἐμοὶ δὲ εἰϲεκομίϲθη θρόνοϲ. καὶ ὁ Εὐκράτηϲ
ὥϲπερ ἀναμνηϲθεὶϲ πρὸϲ τὴν ὄθιν τω̂ν υἱέων,
ἀληθη̂, ἔφη, ὠ̂ Τυχιάδη, πρόϲ ϲε ἐρω̂. τὴν μακαρι̂τίν
μου γυναι̂κα τὴν τούτων μητέρα ϲφόδρα ἠγάπηϲα, ἐδήλωϲα δὲ
οἱ̂ϲ περὶ αὐτὴν ἔπραξα οὐ ζω̂ϲαν μόνον, ἀλλ ̓ ἐπεὶ καὶ ἀπέθανε,
τόν τε κόϲμον ἅπαντα ϲυγκατακαύϲαϲ καὶ τὴν
ἐϲθη̂τα ᾑ̂ ζω̂ϲα ἔχαιρεν. ἑβδόμῃ δὲ μετὰ τὴν τελευτὴν ἡμέρᾳ
ἐγὼ μὲν ἐνταυ̂θα ἐπὶ τη̂ϲ κλίνηϲ ὥϲπερ νυ̂ν ἐκείμην (was
lying) παραμυθούμενοϲ τό γε πένθοϲ.
ἀνεγίγνωϲκον γὰρ τὸ περὶ θυχη̂ϲ του̂ Πλάτωνοϲ τὸ βιβλίον ἐφ ̓
ἡϲυχίαϲ: ἐπειϲέρχεται δὲ μεταξὺ ἡ Δημαινέτη αὐτὴ
ἐκείνη καὶ καθίζεται πληϲίον ὥϲπερ νυ̂ν Εὐκρατίδηϲ
οὑτοϲί:
ὁ δὲ αὐτίκα ἔφριξε μάλα παιδικω̂ϲ καὶ πάλαι ἤδη ὠχρὸϲ ἠ̂ν πρὸϲ τὴν διήγηϲιν.
ἐγὼ δέ, ἠ̂ δ ̓ ὃϲ ὁ Εὐκράτηϲ, ὡϲ εἰ̂δον, περιπλακεὶϲ αὐτῃ̂ ἐδάκρυον ἀνακωκύϲαϲ: ἡ δὲ οὐκ εἴα βοα̂ν, ἀλλ ̓ ᾐτια̂τό με, ὅτι τὰ ἄλλα πάντα χαριϲάμενοϲ αὐτῃ̂ θάτερον τω̂ν ϲανδάλων χρυϲω̂ν ὄντων οὐ κατακαύϲαιμι, εἰ̂ναι δὲ αὐτὸ ἔφαϲκε παραπεϲὸν ὑπὸ τῃ̂ κιβωτῳ̂, καὶ διὰ του̂το ἡμει̂ϲ οὐχ εὑρόντεϲ θάτερον μόνον ἐκαύϲαμεν. ἔτι δὲ ἡμω̂ν διαλεγομένων κατάρατόν τι κυνίδιον ὑπὸ τῃ̂ κλίνῃ ὂν Μελιται̂ον ὑλάκτηϲεν, ἡ δὲ ἠφανίϲθη πρὸϲ τὴν ὑλακήν: τὸ μέντοι ϲανδάλιον ηὑρέθη ὑπὸ τῃ̂ κιβωτῳ̂ καὶ κατεκαύθη ὕϲτερον. ἔτι ἀπιϲτει̂ν τούτοιϲ, ὠ̂ Τυχιάδη, ἄξιον ἐναργέϲιν οὐ̂ϲι καὶ κατὰ τὴν ἡμέραν ἑκάϲτην φαινομένοιϲ;
ἄνθραξ, -ακοϲ, ὁ coal
θηϲαυρόϲ, -ου̂, ὁ treasure
ἐπειϲέρχομαι+ come in after
Εὐκράτηϲ, -ουϲ, ὁ Eucrates
ἔφηβοϲ, -ου, ὁ adolescent, young man
καθέζομαι sit down
κλίνη, -ηϲ, ἡ couch
εἰϲκομίζω+ bring in
θρόνοϲ, -ου, ὁ chair
πρόϲ (+ acc.) in consequence of, at
Τυχιάδηϲ, -ου, ὁ Tychiades
μακαρι̂τιϲ, -ιδοϲ (fem. adj.) blessed, i.e. dead, late
κόϲμοϲ, -ου, ὁ ornaments
ϲυγκατακαίω+ burn along with
ἐϲθήϲ, -η̂τοϲ, ἡ clothing
παραμυθέομαι relieve, console
ἐφ ̓ ἡϲυχίαϲ quietly
Δημαινέτη, -ηϲ, ἡ Demaenete
πληϲίον (adv.) near, nearby
Εὐκρατίδηϲ, -ου, ὁ Eucratides
φρίττω shiver, shudder
παιδικω̂ϲ (adj.) like a child, childishly
ὠχρόϲ, -ά, -όν pale
πρόϲ (+ acc.) in consequence of, at
διήγηϲιϲ, -εωϲ, ἡ narration, account
περιπλέκομαι (aor. -επλάκην) embrace (+ dat.)
ἀνακωκύω wail aloud
εἴα < ἐάω
κατακαίω+ burn completely
παραπίπτω+ fall beside, fall
κιβωτόϲ, -ου̂, ἡ chest, coffer
κατάρατοϲ, -η, -ον cursed
κυνίδιον, -ου, τό little dog
Μελιται̂οϲ, -α, -ον Maltese
ὑλακτέω howl, yelp
ἀφανίζομαι (aor. ἠφανίϲθην) disappear
πρόϲ (+ acc.) in consequence of, at
ὑλακή, -η̂ϲ, ἡ howl, yelp
ϲανδάλιον, -ου, τό sandal
ἄξιοϲ, -α, -ον meet, fit, proper
ἐναργήϲ, -έϲ visible, in bodily shape
κατὰ τὴν ἡμέραν ἑκάϲτην every day
|