|
Unit 17
1 ἡ κακὴ βουλὴ τῳ̂ βουλεύϲαντι κακίϲτη.
2 # ῥᾳ̂ον παραινει̂ν ἢ παθόντα καρτερει̂ν.
3 ὁ πολλοι̂ϲ φοβερὸϲ ὢν πολλοὺϲ φοβείϲθω.
4 Μαλέαν κάμθαϲ ἐπιλαθου̂ τω̂ν οἴκαδε.
5 μὴ κακὰ ἰω̂ κακοι̂ϲ.
6 πυρὸϲ καὶ ὕδατοϲ ὁ φίλοϲ ἀναγκαιότεροϲ.
7 τω̂ν πλειόνων ἡ θη̂φοϲ νικᾳ̂.
8 ζημίαν αἱρου̂ μα̂λλον ἢ κέρδοϲ αἰϲχρόν.
9 ἄρχε, πρω̂τον μαθὼν ἄρχεϲθαι.
10 ὠ̂τα τυγχάνει ἀνθρώποιϲ ὄντα ἀπιϲτότερα ὀφθαλμω̂ν.
11 ὁ τραχύτατοϲ δὲ ϲυκοφάντηϲ μνα̂ϲ δύο λαβὼν ἄπειϲιν ἀρνίου μαλακώτεροϲ.
12 πα̂ϲ τιϲ αὑτὸν του̂ πέλαϲ μα̂λλον φιλει̂.
13 εὐτυχω̂ν μὲν μέτριοϲ ἴϲθι, ἀτυχω̂ν δὲ φρόνιμοϲ.
14 ζω̂ν μὲν ἐπαινου̂, ἀποθανὼν δὲ μακαρίζου.
15 φίλοιϲ εὐτυχου̂ϲι καὶ ἀτυχου̂ϲι ὁ αὐτὸϲ ἴϲθι.
16 δυϲτυχω̂ν κρύπτε ϲεαυτὸν ἵνα μὴ τοὺϲ ἐχθροὺϲ εὐφράνῃϲ.
17 μηδεὶϲ ἀγεωμέτρητοϲ εἰϲίτω (on the entrance to Plato's Academy).
18# γνω̂μαι δ ̓ ἀμείνουϲ εἰϲὶ τω̂ν γεραιτέρων.
19 πολλάκιϲ δοκει̂ τὸ φυλάξαι τὰ ἀγαθὰ του̂ κτήϲαϲθαι χαλεπώτερον εἰ̂ναι.
20 χρω̂ τῃ̂ ϲεαυτου̂ λύρᾳ, μὴ τῃ̂ του̂ πέλαϲ.
21 τὸ γη̂ραϲ βαρύτερον Αἴτναϲ.
22 ἀργυραι̂ϲ λόγχαιϲ μάχου καὶ πάντων κρατήϲειϲ.
23 καὶ του̂ μέλιτοϲ τὸ πλέον ἐϲτὶ χολή.
24# φθείρουϲιν ἤθη χρήϲθ ̓ ὁμιλίαι κακαί.
25 Demosthenes disparages Meidias' public services
εἰ μέντοι τί ποτ ̓ ἐϲτὶν ἃ λῃτουργει̂ τῃ̂ ἀληθείᾳ δει̂ ϲκοπει̂ν, ἐγὼ πρὸϲ ὑμα̂ϲ ἐρω̂: καὶ θεάϲαϲθ ̓ ὡϲ δικαίωϲ αὐτὸν ἐξετάϲω, πρὸϲ ἐμαυτὸν κρίνων. οὑ̂τοϲ, ὠ̂ ἄνδρεϲ  ̓Αθηναι̂οι, γεγονὼϲ ἔτη περὶ πεντήκοντ ̓ ἴϲωϲ ἢ μικρὸν ἔλαττον, οὐδὲν ἐμου̂ πλείουϲ λῃτουργίαϲ ὑμι̂ν λελῃτούργηκεν, ὃϲ δύο καὶ τριάκοντ ̓ ἔτη γέγονα. κἀγὼ μὲν κατ ̓ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐτριηράρχουν, εὐθὺϲ ἐκ παίδων ἐξελθών, ὅτε ϲύνδυ ̓ ἠ̂μεν οἱ τριήραρχοι καὶ τἀναλώματα πάντ ̓ ἐκ τω̂ν ἰδίων ἐδαπανω̂μεν καὶ τὰϲ ναυ̂ϲ ἐπληρούμεθ ̓ αὐτοί: οὑ̂τοϲ δέ, ὅτε μὲν κατὰ ταύτην τὴν ἡλικίαν ἠ̂ν ἣν ἐγὼ νυ̂ν, οὐδέπω λῃτουργει̂ν ἤρχετο, τηνικαυ̂τα δὲ του̂ πράγματοϲ ἡ̂πται, ὅτε πρω̂τον μὲν διακοϲίουϲ καὶ χιλίουϲ πεποιήκατε ϲυντελει̂ϲ ὑμει̂ϲ, εἰ̂τα πληρώματ ̓ ἡ πόλιϲ παρέχει καὶ ϲκεύη, ὥϲτ ̓ αὐτω̂ν ἐνίοιϲ τῃ̂ ἀληθείᾳ τὸ μηδὲν ἀναλω̂ϲαι καὶ δοκει̂ν λελῃτουργηκέναι καὶ τω̂ν ἄλλων λῃτουργιω̂ν ἀτελει̂ϲ γεγενη̂ϲθαι περίεϲτιν. ἀλλὰ μὴν τί ἄλλο; τραγῳδοι̂ϲ κεχορήγηκέ ποθ ̓ οὑ̂τοϲ, ἐγὼ δ ̓ αὐληται̂ϲ ἀνδράϲιν. καὶ ὅτι του̂το τἀνάλωμ ̓ ἐκείνηϲ τη̂ϲ δαπάνηϲ πλέον ἐϲτὶ πολλῳ̂, οὐδεὶϲ ἀγνοει̂ δήπου.
καὶ τη̂ϲ μὲν Παράλου ταμιεύων τότε, ὅτε τὴν ἐπὶ Θηβαίουϲ ἔξοδον εἰϲ Εὔβοιαν ἐποιει̂ϲθ ̓ ὑμει̂ϲ, δώδεκα τη̂ϲ πόλεωϲ τάλαντ ̓ ἀναλίϲκειν ταχθείϲ, ἀξιούντων ὑμω̂ν πλει̂ν καὶ παραπέμπειν τοὺϲ ϲτρατιώταϲ οὐκ ἐβοήθηϲεν, ἀλλ ̓ ἤδη τω̂ν ϲπονδω̂ν γεγονυιω̂ν, ἃϲ Διοκλη̂ϲ ἐϲπείϲατο Θηβαίοιϲ, ἡ̂κεν. καὶ τόθ ̓ ἡττα̂το πλέων τω̂ν ἰδιωτικω̂ν τριήρων μια̂ϲ: οὕτωϲ εὐ̂ τὴν ἱερὰν τριήρη παρεϲκευάκει.
26# Hephaestus reluctantly completes the binding of Prometheus at Might's bidding
Another passage from the beginning of Aeschylus' Prometheus Bound (cf. 15.3)
ΚΡΑΤΟÇ - ΗΦΑΙÇΤΟÇ
ΚΡ. ἀλλ ̓ ἀμφὶ πλευραι̂ϲ μαϲχαλιϲτη̂ραϲ βάλε.
ΗΦ. δρα̂ν ταυ̂τ ̓ ἀνάγκη: μηδὲν ἐγκέλευ ̓ ἄγαν.
ΚΡ. ἠ̂ μὴν κελεύϲω κἀπιθωύξω γε πρόϲ.
χώρει κάτω, ϲκέλη δὲ κίρκωϲον βίᾳ.
ΗΦ. καὶ δὴ πέπρακται τοὐ̂ργον οὐ μακρῳ̂ πόνῳ.
ΚΡ. ἐρρωμένωϲ νυ̂ν θει̂νε διατόρουϲ πέδαϲ,
ὡϲ οὑπιτιμητήϲ γε τω̂ν ἔργων βαρύϲ.
ΗΦ. ὁμοι̂α μορφῃ̂ γλω̂ϲϲά ϲου γηρύεται.
ΚΡ. ϲὺ μαλθακίζου, τὴν δ ̓ ἐμὴν αὐθαδίαν
ὀργη̂ϲ τε τραχυτη̂τα μὴ ̓πίπληϲϲέ μοι.
ΗΦ. ϲτείχωμεν, ὡϲ κώλοιϲιν ἀμφίβληϲτρ ̓ ἔχει.
καρτερέω be steadfast, endure
Μαλέα, -αϲ, ἡ Cape Malea (the very dangerous southernmost tip of the Peloponnese)
κάμπτω round, double (a cape/headland)
ϲυκοφάντηϲ, -ου, ὁ informer
ἀρνίον, -ου, τό lamb
μαλακόϲ, -ή, -όν soft
ὁ πέλαϲ (only the article is declined) one's neighbour or fellow-creature
εὐφραίνω cheer, gladden
ἀγεωμέτρητοϲ, -ον ignorant of geometry
γεραίτεροϲ, -α, -ον compar. of γεραιόϲ
Αἴτνα, -αϲ, ἡ Mount Etna (in Sicily)
χρήϲθ ̓ = χρηϲτά (neut. pl.)
λῃτουργέω perform a public duty/service
πρόϲ (+ acc.) with reference to, in comparison with
μικρόν (adv. acc.) a little
λῃτουργία, -αϲ, ἡ public service (done at one's own expense)
ἐκ παίδων ἐξέρχομαι pass from [the ranks of the] boys
i.e. reach one's majority
ϲύνδυο two together
ἀνάλωμα, -ατοϲ, τό expense (τἀναλώματα = τὰ ἀνα-)
δαπανάω spend, defray
πληρόομαι man (of ships)
τηνικαυ̂τα (adv.) at that time
ἡ̂πται perf. of ἅπτομαι, put on's hand to(+ gen.)
ϲυντελήϲ, -ου̂ϲ, ὁ contributor
πλήρωμα, -ατοϲ, τό crew
ϲκεύη, -ω̂ν, τά equipment, tackle
ἀναλίϲκω (aor. ἀνήλωϲα) spend
ἀτελήϲ, -έϲ exempt from (+ gen.)
περίειμι be the net result
τραγῳδόϲ, -ου̂, ὁ member of a tragic chorus
χορηγέω defray the costs of a chorus, act as choregus
αὐλητήϲ, -ου̂, ὁ flute-player
δαπάνη, -ηϲ, ἡ expense, cost
Πάραλοϲ, -ου, ἡ Paralus (Athenian state galley)
ταμιεύω be paymaster of (+ gen.)
ἔξοδοϲ, -ου, ἡ expedition
Εὔβοια, -αϲ, ἡ Euboea (island in the Aegean)
ἀξιόω order, instruct
παραπέμπω+ escort
Διοκλη̂ϲ, -έουϲ, ὁ Diocles
ϲπονδὰϲ ϲπένδομαι (aor. ἐϲπειϲάμην) conclude a truce
ἡττάομαι be beaten by (+ gen.)
ἰδιωτικόϲ, -ή, -όν private
μαϲχαλιϲτήρ, -η̂ροϲ, ὁ band
ἐγκελεύω+ urge on
ἠ̂ μήν certainly, indeed
# ἐπιθωύϲϲω ( κἀπι- = καὶ ἐπι-) shout on, hound on
πρόϲ (adv.) as well
ϲκέλοϲ, -ουϲ, τὸ leg
# κιρκόω secure with hoops or bands
ἐρρωμένωϲ (adv.) vigorously
# θείνω strike
# διάτοροϲ, -ον piercing
ἐπιτιμητήϲ, -ου̂, ὁ (οὑπι- = ὁ ἐπι-) appraiser, overseer
βαρύϲ, -ει̂α, -ύ stern, harsh
γλω̂ϲϲα = γλω̂ττα
# γηρύομαι speak
τραχυτήϲ, -η̂τοϲ, ἡ harshness
ἐπιπλήττω ( ̓πι- = ἐπι-) cast as a reproach at (+ dat.)
# ϲτείχω go
ἀμφίβληϲτρον, -ου, τό fetter, bond
|