|
Unit 19
1 # μελέτη χρονιϲθει̂ϲ ̓ εἰϲ φύϲιν καθίϲταται.
2 καὶ τὸ του̂ Λίβυοϲ ἀπόφθεγμα εὐ̂ ἂν ἔχοι: ὁ γὰρ ἐρωτηθείϲ, τί μάλιϲτα ἵππον πιαίνει, ὁ του̂ δεϲπότου ὀφθαλμόϲ, ἔφη.
3 τὸ μὲν οὐ̂ν ἐπιτιμα̂ν φήϲειέ τιϲ ἂν ῥᾴδιον εἰ̂ναι, τὸ δ ̓ ὑπὲρ τω̂ν παρόντων ὅτι δει̂ πράττειν, του̂τ ̓ εἰ̂ναι ϲυμβούλου.
4 τὴν ἑαυτου̂ ϲκιὰν δέδοικεν.
5 ἡδύ τοι ϲωθέντα μεμνη̂ϲθαι κακω̂ν.
6# ἀεὶ τὰ ϲεμνὰ πάντα κέκτηται φθόνον.
7 πτωχου̂ πήρα οὐ πίμπλαται.
8# πρὸϲ τὴν ἀνάγκην οὐδ ̓ "Αρηϲ ἀνθίϲταται.
9# ἀλλ ̓ εἰ μὲν ἠ̂ν κλαίουϲιν ἰα̂ϲθαι κακὰ
καὶ τὸν θανόντα δακρύοιϲ ἀνιϲτάναι,
ὁ χρυϲὸϲ ἡ̂ϲϲον κτη̂μα του̂ κλαίειν ἂν ἠ̂ν.
νυ̂ν δ ̓, ὠ̂ γέραιε, ταυ̂τ ̓ ἀνηνύτωϲ ἔχει
τὸν ἐν τάφῳ κρυφθέντα πρὸϲ τὸ φω̂ϲ ἄγειν.
10# ἕν ἐϲτι πάντων πρω̂τον εἰδέναι τουτί,
φέρειν τὰ ϲυμπίπτοντα μὴ παλιγκότωϲ:
χοὐ̂τόϲ γ ̓ ἀνὴρ ἄριϲτοϲ αἵ τε ϲυμφοραὶ
ἡ̂ϲϲον δάκνουϲιν. ἀλλὰ ταυ̂τα γὰρ λέγειν
ἐπιϲτάμεϲθα, δρα̂ν δ ̓ ἀμηχάνωϲ ἔχει.
11# ὁ δ ̓ ἡδὺϲ αἰὼν ἡ κακή τ ̓ ἀνανδρία
οὔτ ̓ οἰ̂κον οὔτε πόλιν ἀνορθώϲειεν ἄν.
12# οὐκ ἂν προδοίην καίπερ ἄθυχον φίλον.
13# νου̂ δ ̓ οἰ̂νοϲ ἐξέϲτηϲέ μ ̓: ὁμολογω̂ δέ ϲε
ἀδικει̂ν, τὸ δ ̓ ἀδίκημ ̓ ἐγένετ ̓ οὐχ ἑκούϲιον.
14# ὁ γὰρ τὸν ἴδιον οἰκονομω̂ν κακω̂ϲ βίον
πω̂ϲ οὑ̂τοϲ ἂν ϲώϲειε τω̂ν ἔξω τινά;
15 ἐφόδιον εἰϲ τὸ γη̂ραϲ αἰεὶ κατατίθου.
16# ἐχθροι̂ϲ ἀπιϲτω̂ν οὔποτ ̓ ἂν πάθοιϲ βλάβην.
17# οὐδεὶϲ ὃ νοει̂ϲ οἰ̂δεν, ὃ δὲ ποιει̂ϲ βλέπει.
18# χάριν λαβὼν μέμνηϲο καὶ δοὺϲ ἐπιλαθου̂.
19# Γνω̂θι ϲεαυτόν
ὅταν εἰδέναι θέλῃϲ ϲεαυτὸν ὅϲτιϲ εἰ̂,
ἔμβλεθον εἰϲ τὰ μνήμαθ ̓ ὡϲ ὁδοιπορει̂ϲ.
ἐνταυ̂θ ̓ ἔνεϲτ ̓ ὀϲτα̂ τε καὶ κούφη κόνιϲ
ἀνδρω̂ν βαϲιλέων καὶ τυράννων καὶ ϲοφω̂ν
καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμαϲιν
αὑτω̂ν τε δόξῃ κἀπὶ κάλλει ϲωμάτων.
κᾀ̂τι οὐδὲν αὐτοι̂ϲ τω̂νδ ̓ ἐπήρκεϲεν χρόνῳ:
κοινὸν τὸν "Αιδην ἔϲχον οἱ πάντεϲ βροτοί.
πρὸϲ ταυ̂θ ̓ ὁρω̂ν γίγνωϲκε ϲαυτὸν ὅϲτιϲ εἰ̂.
20 ὁ μὲν ἀγαθὸϲ ἀνὴρ γένοιτ ̓ ἄν ποτε καὶ κακόϲ, ὁ δὲ κακὸϲ ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακόϲ: ἔϲτι γὰρ ἀεί.
21 ἐάν τιϲ ἐπαναϲτῃ̂ τῳ̂ δήμῳ ἐπὶ τυραννίδι, ἢ τὴν τυραννίδα ϲυγκαταϲτήϲῃ ἢ τὸν δη̂μον τὸν  ̓Αθηναίων ἢ τὴν δημοκρατίαν τὴν  ̓Αθήνηϲιν καταλύϲῃ, ὃϲ ἂν τὸν τούτων τι ποιήϲαντα ἀποκτείνῃ, ὅϲιοϲ ἔϲτω.
22 Better to suffer injustice than to commit it
From the Gorgias of Plato
ΠΩΛΟÇ - ÇΩΚΡΑΤΗÇ
ΠΩΛ. ἠ̂ που ὅ γε ἀποθνῄϲκων ἀδίκωϲ ἐλεινόϲ τε καὶ ἄθλιόϲ ἐϲτιν.
ÇΩ. ἡ̂ττον ἢ ὁ ἀποκτείνων, ὠ̂ Πω̂λε, καὶ ἡ̂ττον ἢ ὁ δικαίωϲ ἀποθνῄϲκων.
ΠΩΛ. πω̂ϲ δη̂τα, ὠ̂ Çώκρατεϲ;
ÇΩ. οὕτωϲ, ὡϲ μέγιϲτον τω̂ν κακω̂ν τυγχάνει ὂν τὸ ἀδικει̂ν.
ΠΩΛ. ἠ̂ γὰρ του̂το μέγιϲτον; οὐ τὸ ἀδικει̂ϲθαι μει̂ζον;
ÇΩ. ἥκιϲτά γε.
ΠΩΛ. ϲὺ ἄρα βούλοιο ἂν ἀδικει̂ϲθαι μα̂λλον ἢ ἀδικει̂ν;
ÇΩ. βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα: εἰ δ ̓ ἀναγκαι̂ον εἴη ἀδικει̂ν ἢ ἀδικει̂ϲθαι, ἑλοίμην ἂν μα̂λλον ἀδικει̂ϲθαι ἢ ἀδικει̂ν.
ΠΩΛ. ϲὺ ἄρα τυραννει̂ν οὐκ ἂν δέξαιο;
ÇΩ. οὐκ, εἰ τὸ τυραννει̂ν γε λέγειϲ ὅπερ ἐγώ.
ΠΩΛ. ἀλλ ̓ ἔγωγε του̂το λέγω ὅπερ ἄρτι, ἐξει̂ναι ἐν τῃ̂ πόλει, ὃ ἂν δοκῃ̂ αὐτῳ̂, ποιει̂ν του̂το, καὶ ἀποκτείνοντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὑτου̂ δόξαν.
μελέτη, -ηϲ, ἡ practice
χρονίζομαι be prolonged
καθίϲταμαι+ come into a certain state, become (εἰϲ + acc.)
Λίβυϲ, -υοϲ, ὁ Libys (personal name)
ἀπόφθεγμα, -ατοϲ, τό saying
πιαίνω fatten
φήϲειε 3 s. aor. opt. of φημί (aor. ἔφηϲα)
ϲύμβουλοϲ, -ου, ὁ adviser
πήρα, -αϲ, ἡ pouch, wallet
κλαίουϲι d. pl. pres. pple. act. of κλαίω
ἀνηνύτωϲ ἔχει it is impossible
ϲυμπίπτω+ happen, befall
παλιγκότωϲ (adv.) resentfully
χοὐ̂τοϲ crasis for καὶ οὑ̂τοϲ
ἐπιϲτάμεϲθα = -μεθα
ἀμηχάνωϲ ἔχω be hard/impossible
ἀνανδρία, -αϲ, ἡ cowardice
ἀνορθόω restore, set right
ἄθυχοϲ, -ον lifeless, dead
ἐξίϲτημι+ drive out of
ἑκούϲιοϲ, -α, -ον willing, deliberate
οἰκονομέω manage
ἐφόδιον, -ου, τό travelling supplies/money
κατατίθημι+ put down/aside, deposit
νοέω think
ἐμβλέπω look at (εἰϲ + acc.)
ὁδοιπορέω travel, pass by
κᾀ̂τι = καὶ ἔτι
ἐπαρκέω help, assist (+ dat.)
ἔϲχον gnomic aorist (from ἔχω)
ἐπανίϲταμαι+ rise up against (+ dat.)
ϲυγκαθίϲτημι+ help to establish
δημοκρατία, -αϲ, ἡ democracy
ὅϲιοϲ, -α, -ον free from pollution, stainless
Πω̂λοϲ, -ου, ὁ Polus
ἐλεινόϲ, -ή, -όν to be pitied, pitiable
λέγω mean
ἐξει̂ναι (inf. of ἔξεϲτι) explanatory of του̂το, trans. the power to ...
κατὰ τὴν αὑτου̂ δόξαν in accordance with his own judgement
|