|
Unit 3
Stories from Aesop
1 The wolves and the sheep
(i) λύκοι ἐπιβουλεύουϲι ποίμνῃ προβάτων, ἀλλ ̓ οὐχ οἱ̂οί τ ̓ εἰϲὶ (they are not able) τὰ πρόβατα ἁρπάζειν διὰ τὰ κυνίδια.
(ii) οἱ λύκοι ἐθέλουϲι διὰ δόλου τὰ πρόβατα ἀποκτείνειν καὶ ἐϲθίειν.
(iii) ἀγγέλουϲ πέμπουϲιν οἱ λύκοι καὶ τοι̂ϲ προβάτοιϲ λέγουϲιν: ὠ̂ πρόβατα, τὰ κυνίδια αἴτιά ἐϲτι τη̂ϲ ἔχθραϲ, ἀλλ ̓ εἰρήνην ἐθέλομεν ἔχειν.
(iv) τὰ πρόβατα περὶ του̂ κινδύνου οὐ φροντίζει καὶ οἱ λύκοι τὰ κυνίδια ἀπάγουϲιν.
(v) ἐπεὶ ἡ ποίμνη ἀφύλακτόϲ ἐϲτιν, οἱ λύκοι τὰ πρόβατα ῥᾳδίωϲ ἀποκτείνουϲιν καὶ ἐϲθίουϲιν.
(vi) ὁ μυ̂θοϲ ϲαφηνίζει ὅτι οὐ δει̂ τοι̂ϲ πονηροι̂ϲ πιϲτεύειν ἀλλὰ τοι̂ϲ φίλοιϲ.
2 The ass and the horse
ὄνοϲ ἵππον μακαρίζει ὡϲ ἀφθόνωϲ καὶ ἐπιμελω̂ϲ τὴν τροφὴν παρέχει ὁ δεϲπότηϲ, ἐπειδὴ ὁ ὄνοϲ οὐδὲ (not even) ἀχύρων ἅλιϲ ἔχει καὶ τὸν βίον μάλα χαλεπὸν ἄγει. ἀλλ ̓ ἐπεὶ πόλεμόϲ ἐϲτι καὶ ὁ ϲτρατιώτηϲ ἔνοπλοϲ ἀναβαίνει τὸν ἵππον καὶ πανταχόϲε ἐλαύνει καὶ δὴ καὶ τοι̂ϲ πολεμίοιϲ ἐπέχει, τὰ τω̂ν πολεμίων ὅπλα τὸν ἵππον τραυματίζει. καὶ νυ̂ν οὐ μακαρίζει τὸν ἵππον ὁ ὄνοϲ.
3 The wild ass
ὄνοϲ ἄγριοϲ ὄνον
ἥμερον προϲβλέπει ἐν εὐηλίῳ τόπῳ καὶ μακαρίζει
αὐτὸν (him) ἐπὶ
τῃ̂ εὐεξίᾳ καὶ τῃ̂ τροφῃ̂. ἀλλ ̓
ὕϲτερον ἐπειδὴ ὁ ὀνηλάτηϲ
ῥοπάλοιϲ παίει τὸν ἥμερον ὄνον, ὁ ἄγριοϲ
λέγει: ἐγὼ οὐκέτι ϲε (you)
εὐδαιμονίζω, ἐπειδὴ οὐκ ἄνευ κακω̂ν
μεγάλων τὴν ἀφθονίαν ἔχειϲ. οὕτωϲ οὐκ
ἔϲτι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ
ταλαιπωριω̂ν ἀγαθά.
ποίμνη, -ηϲ, ἡ flock
κυνίδιον, -ου, τό little dog
ἀφύλακτοϲ, -ον unguarded
μακαρίζω deem happy
ἀφθόνωϲ (adv.) abundantly
ἐπιμελω̂ϲ (adv.) carefully
ἅλιϲ (adv.) enough (+ gen.)
ἔνοπλοϲ, -ον in armour, armed
πανταχόϲε (adv.) in every direction
ἐπέχω+ attack (+ dat.)
τραυματίζω wound
ἥμεροϲ, -ον tame, domestic
εὐεξία, -αϲ, ἡ good condition
ὀνηλάτηϲ, -ου, ὁ ass-driver
παίω strike
εὐδαιμονίζω consider happy
ἀφθονία, -αϲ, ἡ abundance
ζηλωτόϲ, -ή, -όν enviable
|