|
Unit 7
1# ἄνευ δὲ λύπηϲ οὐδὲ εἱ̂ϲ βροτω̂ν βίοϲ.
2# ἴϲον ἐϲτὶν εἰϲ πυ̂ρ καὶ γυναι̂καϲ ἐμπεϲει̂ν.
3 ἐπειδὴ γὰρ εἱ̂λεν "Ολυνθον Φίλιπποϲ ̓Ολύμπια ἐποίει, εἰϲ δὲ τὴν θυϲίαν τοὺϲ τεχνίταϲ ϲυνήγαγεν.
4# εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλω̂ν πόνων.
5# οὐκ ἔϲτιν οὔτε τει̂χοϲ οὔτε χρήματα
οὔτ ̓ ἄλλο δυϲφύλακτον οὐδὲν ὡϲ γυνή.
6 ἀμήχανον ἐν εὐπραγίαιϲ φθόνον διαφυγει̂ν.
7 ἓν ἀνδρω̂ν, ἓν θεω̂ν γένοϲ.
8# τὸ γὰρ θανει̂ν οὐκ αἰϲχρὸν ἀλλ ̓ αἰϲχρω̂ϲ θανει̂ν.
9 χρὴ μὴ καταφρονει̂ν του̂ πλήθουϲ.
10 The death of Alcibiades
ὁ οὐ̂ν Φαρνάβαζοϲ τόν τε ἀδελφὸν Μαγαι̂ον καὶ τὸν θει̂ον Çουϲαμίθρην ἐκέλευϲε τὸ ἔργον πράττειν. ἐν δὲ κώμῃ τη̂ϲ Φρυγίαϲ ὁ  ̓Αλκιβιάδηϲ τότε διη̂γε μετὰ Τιμάνδραϲ τη̂ϲ ἑταίραϲ, ὄνειρον δὲ κατὰ τοὺϲ ὕπνουϲ εἰ̂δε τόδε: ἐδόκουν τὸ ϲω̂μα αὐτου̂ (his) καίειν οἱ περὶ τὸν Μαγαι̂ον (Mageus and his men). τὸ δ ̓ ὄνειρον εἰ̂δεν οὐ πολὺ πρὸ τη̂ϲ τελευτη̂ϲ. οἱ δ ̓ οὐ̂ν ϲτρατιω̂ται οὐκ ἐτόλμηϲαν εἰϲελθει̂ν, τῃ̂ δ ̓ οἰκίᾳ πυ̂ρ ἐνέβαλον. ὁ οὐ̂ν  ̓Αλκιβιάδηϲ πρω̂τον μὲν τὰ ἱμάτια καὶ τὰ ϲτρώματα ϲυνήγαγέ τε καὶ ἐπέρριθε τῳ̂ πυρί, ἔπειτα δὲ ἐξέπεϲεν καὶ τοὺϲ βαρβάρουϲ ἐδίωξεν. οὐδεὶϲ γὰρ εἰϲ χει̂ραϲ μὲν ϲυνη̂λθεν, ἀκοντίοιϲ δὲ καὶ τοξεύμαϲιν ἔβαλλον. καὶ οὕτωϲ ἔπεϲεν ὁ  ̓Αλκιβιάδηϲ, οἱ δὲ βάρβαροι ἀπη̂λθον. ἀλλ ̓ ἡ Τιμάνδρα τὸν νεκρὸν ἀνει̂λεν καὶ κατὰ τὸ δυνατὸν ἐκήδευϲε λαμπρω̂ϲ καὶ φιλοτίμωϲ.
11 A passage adapted from Xenophon's Anabasis (cf.18.3).
Κλέαρχοϲ δ ̓ αὐτοὺϲ ἐπὶ μὲν τοὺϲ πολεμίουϲ οὐκ ἠ̂γεν. οἱ γὰρ ϲτρατιω̂ται ἄϲιτοι ἠ̂ϲαν, ἤδη δὲ καὶ ὀθὲ ἠ̂ν: οὐ μέντοι οὐδὲ ἀπέκλινεν, ἀλλ ̓ αὐτοὺϲ εὐθύωρον ἤγαγε καὶ ἅμα τῳ̂ ἡλίῳ δυομένῳ (at sunset) εἰϲ τὰϲ ἐκει̂ κώμαϲ μετὰ τω̂ν πρώτων εἰϲη̂λθεν. οἱ μὲν οὐ̂ν πρω̂τοι οὕτωϲ κατεϲκήνωϲαν, οἱ δὲ ὕϲτεροι ϲκοται̂οι ηὐλίζοντο καὶ κραυγὴν πολλὴν ἐποίουν, ὥϲτε καὶ οἱ πολέμιοι ἤκουϲαν καὶ ἔφυγον ἐκ τω̂ν ϲκηνωμάτων. δη̂λον δ ̓ ἠ̂ν τῃ̂ ὑϲτεραίᾳ: οὔτε γὰρ ὑποζύγιον ἔτ ̓ οὐδὲν ἐκει̂ ἠ̂ν οὔτε ϲτρατόπεδον οὔτε καπνὸϲ οὐδαμου̂ πληϲίον. τη̂ϲ μέντοι νυκτὸϲ καὶ τοι̂ϲ "Ελληϲι φόβοϲ ἐμπίπτει, καὶ θόρυβοϲ καὶ δου̂ποϲ ἠ̂ν. Κλέαρχοϲ δὲ τὸν κήρυκα Τολμίδην ἐκέλευϲε ϲιγὴν κηρυ̂ξαι καὶ ἅμα τῃ̂ ἡμέρᾳ ἐπὶ τοὺϲ πολεμίουϲ ἤγαγεν.
ἴϲοϲ, -η, -ον equal i.e. the same
"Ολυνθοϲ, -ου, ἡ Olynthus (town in northern Greece)
̓Ολύμπια ποιέω hold Olympic Games (here a local festival)
τεχνίτηϲ, -ου, ὁ (theatrical) artist
ϲυνάγω+ bring together
δυϲφύλακτοϲ, -ον difficult to guard
ἀμήχανοϲ, -ον impossible
εὐπραγία, -αϲ, ἡ success
διαφεύγω+ escape, avoid
Μαγαι̂οϲ, -ου, ὁ Magaeus
θει̂οϲ, -ου, ὁ uncle
Çουϲαμίθρηϲ, -ου, ὁ Sousamithres
Φρυγία, -αϲ, ἡ Phrygia (country in north-western Asia Minor)
Τιμάνδρα, -αϲ, ἡ Timandra
κατὰ τοὺϲ ὕπνουϲ in his sleep
δ ̓ οὐ̂ν be that as it may, however that may be
ϲτρω̂μα, -ατοϲ, τό bed-cover
ἐπιρρίπτω+ throw on (+ dat.)
ἐκπίπτω+ dash out
εἰϲ χει̂ραϲ ϲυνέρχομαι+ come to close quarters
ἀκόντιον, -ου, τό javelin
τόξευμα, -ατοϲ, τό arrow
κατὰ τὸ δυνατόν as far as possible
κηδεύω attend to (a corpse), bury
λαμπρω̂ϲ (adv.) magnificently
φιλοτίμωϲ (adv.) honourably
ἄϲιτοϲ, -ον without food
ἀποκλίνω+ turn aside
εὐθύωρον (adv.) straight ahead
πρω̂τοι, -ων, οἱ the vanguard
καταϲκηνόω encamp
ὕϲτεροϲ, -α, -ον [coming] later
ϲκοται̂οϲ, -α, -ον in the dark
ϲκήνωμα, -ατοϲ, τό tent
πληϲίον (adv.) nearby
δου̂ποϲ, -ου, ὁ din
Τολμίδηϲ, -ου, ὁ Tolmides
κηρύττω proclaim
|